Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. σκέψασθʼ ὅσʼ ὑμῖν ἀγαθὰ παραδώσω φέρων,
  2. ὥστʼ εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει
  3. ταύτης μετέωρα καταγαγεῖν ἀνάρρυσιν.
  4. τουτὶ δʼ ὁρᾶτʼ ὀπτάνιον ἡμῖν ὡς καλόν.
Οἰκέτης
  1. διὰ ταῦτα καὶ κεκάπνικʼ ἄρʼ· ἐνταυθοῖ γὰρ οὖν
  2. πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτʼ ἦν.
Τρυγαῖος
  1. ἔπειτʼ ἀγῶνά γʼ εὐθὺς ἐξέσται ποιεῖν
  2. ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ,
  3. ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι,
  4. πλαγίαν καταβάλλειν, ἐς γόνατα κύβδʼ ἑστάναι,
  5. καὶ παγκράτιόν γʼ ὑπαλειψαμένοις νεανικῶς
  6. παίειν ὀρύττειν πὺξ ὁμοῦ καὶ τῷ πέει·
  7. τρίτῃ δὲ μετὰ ταῦθʼ ἱπποδρομίαν ἄξετε,
  8. ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ,
  9. ἅρματα δʼ ἐπʼ ἀλλήλοισιν ἀνατετραμμένα
  10. φυσῶντα καὶ πνέοντα προσκινήσεται·
  11. ἕτεροι δὲ κείσονταί γʼ ἀπεψωλημένοι
  12. περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες.
  13. ἀλλʼ ὦ πρυτάνεις δέχεσθε τὴν Θεωρίαν.
  14. θέασʼ ὡς προθύμως ὁ πρύτανις παρεδέξατο.