Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ παγκράτιόν γʼ ὑπαλειψαμένοις νεανικῶς
  2. παίειν ὀρύττειν πὺξ ὁμοῦ καὶ τῷ πέει·
  3. τρίτῃ δὲ μετὰ ταῦθʼ ἱπποδρομίαν ἄξετε,
  4. ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ,
  5. ἅρματα δʼ ἐπʼ ἀλλήλοισιν ἀνατετραμμένα
  6. φυσῶντα καὶ πνέοντα προσκινήσεται·
  7. ἕτεροι δὲ κείσονταί γʼ ἀπεψωλημένοι
  8. περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες.
  9. ἀλλʼ ὦ πρυτάνεις δέχεσθε τὴν Θεωρίαν.
  10. θέασʼ ὡς προθύμως ὁ πρύτανις παρεδέξατο.