Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἄνδρες κοπρολόγοι προσλάβεσθε πρὸς θεῶν,
  2. εἰ μή με βούλεσθʼ ἀποπνιγέντα περιιδεῖν.
Οἰκέτης Α
  1. ἑτέραν ἑτέραν δός, παιδὸς ἡταιρηκότος·
  2. τετριμμένης γάρ φησιν ἐπιθυμεῖν.
Οἰκέτης Β
  1. ἰδού.
  2. ἑνὸς μὲν ὦνδρες ἀπολελύσθαι μοι δοκῶ·
  3. οὐδεὶς γὰρ ἂν φαίη με μάττοντʼ ἐσθίειν.
Οἰκέτης Α
  1. αἰβοῖ, φέρʼ ἄλλην χἀτέραν μοι χἀτέραν,
  2. καὶ τρῖβʼ ἔθʼ ἑτέρας.
Οἰκέτης Β
  1. μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ·