Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. Οἰκέτης Α
    1. αἶρʼ αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳ.
    Οἰκέτης Β
    1. ἰδού. δὸς αὐτῷ, τῷ κάκιστʼ ἀπολουμένῳ
    2. καὶ μήποτʼ αὐτῆς μᾶζαν ἡδίω φάγοι.
    Οἰκέτης Α
    1. δὸς μᾶζαν ἑτέραν, ἐξ ὀνίδων πεπλασμένην.
    Οἰκέτης Β
    1. ἰδοὺ μάλʼ αὖφις. ποῦ γὰρ ἣν νῦν δὴ ʼφερες;
    2. κατέφαγεν;
    Οἰκέτης Α
    1. οὐ μὰ τὸν Δίʼ ἀλλʼ ἐξαρπάσας
    2. ὅλην ἐνέκαψε περικυλίσας τοῖν ποδοῖν.
    3. ἀλλʼ ὡς τάχιστα τρῖβε πολλὰς καὶ πυκνάς.