Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐ γὰρ ἔθʼ οἶός τʼ εἴμʼ ὑπερέχειν τῆς ἀντλίας.
Οἰκέτης Α
  1. αὐτὴν ἄρʼ οἴσω συλλαβὼν τὴν ἀντλίαν.
Οἰκέτης Β
  1. νὴ τὸν Δίʼ ἐς κόρακάς γε καὶ σαυτόν γε πρός.
  2. ὑμῶν δέ γʼ εἴ τις οἶδʼ ἐμοὶ κατειπάτω,
  3. πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.
  4. οὐδὲν γὰρ ἔργον ἦν ἄρʼ ἀθλιώτερον
  5. ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.
  6. ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων
  7. φαύλως ἐρείδει· τοῦτο δʼ ὑπὸ φρονήματος
  8. βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ,