Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- σκέψασθʼ ὅσʼ ὑμῖν ἀγαθὰ παραδώσω φέρων,
- ὥστʼ εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει
- ταύτης μετέωρα καταγαγεῖν ἀνάρρυσιν.
- τουτὶ δʼ ὁρᾶτʼ ὀπτάνιον ἡμῖν ὡς καλόν.
- διὰ ταῦτα καὶ κεκάπνικʼ ἄρʼ· ἐνταυθοῖ γὰρ οὖν
- πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτʼ ἦν.
- ἔπειτʼ ἀγῶνά γʼ εὐθὺς ἐξέσται ποιεῖν
- ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ,
- ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι,
- πλαγίαν καταβάλλειν, ἐς γόνατα κύβδʼ ἑστάναι,