Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἣν ἡμεῖς ποτε
- ἐπαίομεν Βραυρωνάδʼ ὑποπεπωκότες;
- σάφʼ ἴσθι, κἀλήφθη γε μόλις.
- ὦ δέσποτα
- ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.
- εἶεν, τίς ἐσθʼ ὑμῶν δίκαιος, τίς ποτε;
- τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών;
- οὗτος τί περιγράφεις;
- τὸ δεῖνʼ εἰς Ἴσθμια
- σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω.
- οὔπω λέγεθʼ ὑμεῖς τίς ὁ φυλάξων. δεῦρο σύ·
- καταθήσομαι γὰρ αὐτὸς ἐς μέσους ἄγων.
- ἐκεινοσὶ νεύει.
- τίς;
- ὅστις; Ἀριφράδης,
- ἄγειν παρʼ αὑτὸν ἀντιβολῶν.
- ἀλλʼ ὦ μέλε
- τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται.
- ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί.
- βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν.