Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὔπω λέγεθʼ ὑμεῖς τίς ὁ φυλάξων. δεῦρο σύ·
- καταθήσομαι γὰρ αὐτὸς ἐς μέσους ἄγων.
- ἐκεινοσὶ νεύει.
- τίς;
- ὅστις; Ἀριφράδης,
- ἄγειν παρʼ αὑτὸν ἀντιβολῶν.
- ἀλλʼ ὦ μέλε
- τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται.
- ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί.
- βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν.