Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τί δῆτʼ ἐπειδὰν νυμφίον μʼ ὁρᾶτε λαμπρὸν ὄντα;
Χορός
  1. ζηλωτὸς ἔσει, γέρον,
  2. αὖθις νέος ὢν πάλιν,
  3. μύρῳ κατάλειπτος.
Τρυγαῖος
  1. οἶμαι. τί δῆθʼ ὅταν ξυνὼν τῶν τιτθίων ἔχωμαι;
Χορός
  1. εὐδαιμονέστερος φανεῖ τῶν Καρκίνου στροβίλων.
Τρυγαῖος
  1. οὔκουν δικαίως; ὅστις εἰς
  2. ὄχημα κανθάρου ʼπιβὰς
  3. ἔσωσα τοὺς Ἕλληνας, ὥστʼ
  4. ἐν τοῖς ἀγροῖσιν αὐτοὺς
  5. ἅπαντας ὄντας ἀσφαλῶς
  6. βινεῖν τε καὶ καθεύδειν.
Οἰκέτης
  1. ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά·
  2. ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται.
  3. καὶ τἄλλʼ ἁπαξάπαντα· τοῦ πέους δὲ δεῖ.
Τρυγαῖος
  1. ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν
  2. ἀνύσαντε τῇ βουλῇ.
Οἰκέτης
  1. τίς αὑτηί;
Τρυγαῖος
  1. τί φῄς;
  2. αὕτη Θεωρία ʼστίν.