Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ εἴσαγʼ ὡς τάχιστα ταυτηνὶ λαβών,
- καὶ τὴν πύελον κατάκλυζε καὶ θέρμαινʼ ὕδωρ,
- στόρνυ τʼ ἐμοὶ καὶ τῇδε κουρίδιον λέχος.
- καὶ ταῦτα δράσας ἧκε δεῦρʼ αὖθις πάλιν·
- ἐγὼ δʼ ἀποδώσω τήνδε τῇ βουλῇ τέως.
- πόθεν δʼ ἔλαβες ταύτας;
- ὁπόθεν; ἐκ τοὐρανοῦ.
- οὐκ ἂν ἔτι δοίην τῶν θεῶν τριώβολον,
- εἰ πορνοβοσκοῦσʼ ὥσπερ ἡμεῖς οἱ βροτοί.
- οὔκ, ἀλλὰ κἀκεῖ ζῶσιν ἀπὸ τούτων τινές.
- ἄγε νυν ἴωμεν.
- εἰπέ μοι, δῶ καταφαγεῖν
- ταύτῃ τι;
- μηδέν· οὐ γὰρ ἐθελήσει θαγεῖν
- οὔτʼ ἄρτον οὔτε μᾶζαν, εἰωθυῖʼ ἀεὶ
- παρὰ τοῖς θεοῖσιν ἀμβροσίαν λείχειν ἄνω.
- λείχειν ἄρʼ αὐτῇ κἀνθάδε σκευαστέον.
- εὐδαιμονικῶς γʼ ὁ πρεσβύτης,
- ὅσα γʼ ὧδʼ ἰδεῖν,
- τὰ νῦν τάδε πράττει.