Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς
  2. ἄρθρων ἶνας πτερύγων ῥύμῃ.
  3. καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σʼ·
  4. εἰ δὲ ποιήσεις τοῦτο, κατʼ οἴκους
  5. αὐτοῦ μεῖνον τοὺς ἡμετέρους.
Οἰκέτης Α
  1. ὦ δέσποτʼ ἄναξ ὡς παραπαίεις.
Τρυγαῖος
  1. σίγα σίγα.
Οἰκέτης Α
  1. ποῖ δῆτʼ ἄλλως μετεωροκοπεῖς;
Τρυγαῖος
  1. ὑπὲρ Ἑλλήνων πάντων πέτομαι
  2. τόλμημα νέον παλαμησάμενος.