Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον,
- ὦ Πηγάσειον, φησί, γενναῖον πτερόν,
- ὅπως πετήσει μʼ εὐθὺ τοῦ Διὸς λαβών.
- ἀλλʼ ὅ τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι.
- οἴμοι τάλας· ἴτε δεῦρο δεῦρ ὦ γείτονες·
- ὁ δεσπότης γάρ μου μετέωρος αἴρεται
- ἱππηδὸν ἐς τὸν ἀέρʼ ἐπὶ τοῦ κανθάρου.
- ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων·
- μή μοι σοβαρῶς χώρει λίαν
- εὐθὺς ἀπʼ ἀρχῆς ῥώμῃ πίσυνος,