Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τί πέτει; τί μάτην οὐχ ὑγιαίνεις;
Τρυγαῖος
  1. εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον
  2. μηδὲν γρύζειν ἀλλʼ ὀλολύζειν·
  3. τοῖς τʼ ἀνθρώποισι φράσον σιγᾶν,
  4. τοὺς τε κοπρῶνας καὶ τὰς λαύρας
  5. καιναῖς πλίνθοισιν ἀνοικοδομεῖν
  6. καὶ τοὺς πρωκτοὺς ἐπικλῄειν.
Οἰκέτης Α
  1. οὐκ ἔσθʼ ὅπως σιγήσομʼ, ἢν μή μοι φράσῃς
  2. ὅποι πέτεσθαι διανοεῖ.
Τρυγαῖος
  1. τί δʼ ἄλλο γʼ ἢ