Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τῶν τρωγαλίων, καὶ μἀφαίρει
  2. γενναιοτάτου τῶν ποιητῶν
  3. ἀνδρὸς τὸ μέτωπον ἔχοντος.
Χορός
  1. Μοῦσα σὺ μὲν πολέμους ἀπωσαμένη μετʼ ἐμοῦ
  2. τοῦ φίλου χόρευσον,
  3. κλείουσα θεῶν τε γάμους ἀνδρῶν τε δαῖτας
  4. καὶ θαλίας μακάρων· σοὶ γὰρ τάδʼ ἐξ ἀρχῆς μέλει.
  5. ἢν δέ σε Καρκίνος ἐλθὼν
  6. ἀντιβολῇ μετὰ τῶν παίδων χορεῦσαι,
  7. μήθʼ ὑπάκουε μήτʼ ἔλθῃς
  8. συνέριθος αὐτοῖς,
  9. ἀλλὰ νόμιζε πάντας
  10. ὄρτυγας οἰκογενεῖς γυλιαύχενας ὀρχηστὰς
  11. ναννοφυεῖς σφυράδων ἀποκνίσματα μηχανοδίφας.
  12. καὶ γὰρ ἔφασχʼ ὁ πατὴρ ὃ παρʼ ἐλπίδας
  13. εἶχε τὸ δρᾶμα γαλῆν τῆς ἑσπέρας ἀπάγξαι.
Χορός
  1. τοιάδε χρὴ Χαρίτων δαμώματα καλλικόμων
  2. τὸν σοφὸν ποιητὴν
  3. ὑμνεῖν, ὅταν ἠρινὰ μὲν φωνῇ χελιδὼν
  4. ἑζομένη κελαδῇ, χορὸν δὲ μὴ ʼχῃ Μόρσιμος