Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων τοῖσι μεγίστοις ἐπεχείρει,
- διαβὰς βυρσῶν ὀσμὰς δεινὰς κἀπειλὰς βορβοροθύμους,
- καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι,
- οὗ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,
- ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο
- περὶ τὴν κεφαλήν, φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,
- φώκης δʼ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
- τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεισʼ, ἀλλʼ ὑπὲρ ὑμῶν πολεμίζων
- ἀντεῖχον ἀεὶ καὶ τῶν ἄλλων νήσων. ὧν οὕνεκα νυνὶ
- ἀποδοῦναί μοι τὴν χάριν ὑμᾶς εἰκὸς καὶ μνήμονας εἶναι.
- καὶ γὰρ πρότερον πράξας κατὰ νοῦν οὐχὶ παλαίστρας περινοστῶν
- παῖδας ἐπείρων, ἀλλʼ ἀράμενος τὴν σκευὴν εὐθὺς ἐχώρουν,
- παῦρʼ ἀνιάσας, πόλλʼ εὐφράνας, πάντα παρασχὼν τὰ δέοντα.
- πρὸς ταῦτα χρεὼν εἶναι μετʼ ἐμοῦ
- καὶ τοὺς ἄνδρας καὶ τοὺς παῖδας·
- καὶ τοῖς φαλακροῖσι παραινοῦμεν
- ξυσπουδάζειν περὶ τῆς νίκης.
- πᾶς γάρ τις ἐρεῖ νικῶντος ἐμοῦ
- κἀπὶ τραπέζῃ καὶ ξυμποσίοις,
- φέρε τῷ φαλακρῷ, δὸς τῷ φαλακρῷ