Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. μηδὲ Μελάνθιος, οὗ δὴ
  2. πικροτάτην ὄπα γηρύσαντος ἤκουσʼ
  3. ἡνίκα τῶν τραγῳδῶν
  4. τὸν χορὸν εἶχον ἁδελφός
  5. τε και αὐτός, ἄμφω
  6. Γοργόνες ὀψοφάγοι βατιδοσκόποι Ἅρπυιαι,
  7. γραοσόβαι μιαροὶ τραγομάσχαλοι ἰχθυολῦμαι·
  8. ὧν καταχρεμψαμένη μέγα καὶ πλατὺ
  9. Μοῦσα θεὰ μετʼ ἐμοῦ ξύμπαιζε τὴν ἑορτήν.
Τρυγαῖος
  1. ὡς χαλεπὸν ἐλθεῖν ἦν ἄρʼ εὐθὺ τῶν θεῶν.
  2. ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλει.
  3. μικροὶ δʼ ὁρᾶν ἄνωθεν ἦστʼ. ἔμοιγέ τοι
  4. ἀπὸ τοὐρανοῦ ʼφαίνεσθε κακοήθεις πάνυ,
  5. ἐντευθενὶ δὲ πολύ τι κακοηθέστεροι.
Οἰκέτης
  1. ὦ δέσποθʼ ἥκεις;
Τρυγαῖος
  1. ὡς ἐγὼ ʼπυθόμην τινός.
Οἰκέτης
  1. τί δʼ ἔπαθες;
Τρυγαῖος
  1. ἤλγουν τὼ σκέλει μακρὰν ὁδὸν
  2. διεληλυθώς.
Οἰκέτης
  1. ἴθι νυν κάτειπέ μοι—