Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε·
- ἃ δʼ εἶπε πρῶτον ἡνίκʼ ἤρχεθʼ ἡ χολή,
- πεύσεσθʼ. ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί·
- πῶς ἄν ποτʼ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;
- ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος,
- πρὸς ταῦτʼ ἀνηρριχᾶτʼ ἂν ἐς τὸν οὐρανόν,
- ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς.
- ἐχθὲς δὲ μετὰ ταῦτʼ ἐκφθαρεὶς οὐκ οἶδʼ ὅποι
- εἰσήγαγʼ Αἰτναῖον μέγιστον κάνθαρον,
- κἄπειτα τοῦτον ἱπποκομεῖν μʼ ἠνάγκασεν,