Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.
Τρυγαῖος
  1. πῶς δῆτʼ ἐγὼ καταβήσομαι;
Ἑρμῆς
  1. θάρρει, καλῶς·
  2. τῃδὶ παρʼ αὐτὴν τὴν θεόν.
Τρυγαῖος
  1. δεῦρʼ ὦ κόραι
  2. ἕπεσθον ἅμʼ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ
  3. ποθοῦντες ὑμᾶς ἀναμένουσʼ ἐστυκότες.
Χορός
  1. ἀλλʼ ἴθι χαίρων· ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντες
  2. τοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλιστα
  3. περὶ τὰς σκηνὰς πλεῖστοι κλέπται κυπτάζειν καὶ κακοποιεῖν.