Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὅσον ῥοφήσει ζωμὸν ἡμερῶν τριῶν,
  2. ὅσας δὲ κατέδει ξόλικας ἑφθὰς καὶ κρέα.
  3. ἀλλʼ ὦ φίλʼ Ἑρμῆ χαῖρε πολλά.
Ἑρμῆς
  1. καὶ σύ γε
  2. ὦνθρωπε χαίρων ἄπιθι καὶ μέμνησό μου.
Τρυγαῖος
  1. ὦ κάνθαρʼ οἴκαδʼ οἴκαδʼ ἀποπετώμεθα.
Ἑρμῆς
  1. οὐκ ἐνθάδʼ ὦ τᾶν ἔστι.
Τρυγαῖος
  1. ποῖ γὰρ οἴχεται;
Ἑρμῆς
  1. ὑφʼ ἅρματʼ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
Τρυγαῖος
  1. πόθεν οὖν ὁ τλήμων ἐνθάδʼ ἕξει σιτία;