Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλὰ φυλάττετε ταῦτʼ ἀνδρείως· ἡμεῖς δʼ αὖ τοῖσι θεαταῖς
- ἣν ἔχομεν ὁδὸν λόγων εἴπωμεν ὅσα τε νοῦς ἔχει.
- χρῆν μὲν τύπτειν τοὺς ῥαβδούχους, εἴ τις κωμῳδοποιητὴς
- αὑτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβὰς ἐν τοῖς ἀναπαίστοις·
- εἰ δʼ οὖν εἰκός τινα τιμῆσαι, θύγατερ Διός, ὅστις ἄριστος
- κωμῳδοδιδάσκαλος ἀνθρώπων καὶ κλεινότατος γεγένηται,
- ἄξιος εἶναί φησʼ εὐλογίας μεγάλης ὁ διδάσκαλος ἡμῶν.
- πρῶτον μὲν γὰρ τοὺς ἀντιπάλους μόνος ἀνθρώπων κατέπαυσεν
- ἐς τὰ ῥάκια σκώπτοντας ἀεὶ καὶ τοῖς φθειρσὶν πολεμοῦντας,
- τούς θʼ Ἡρακλέας τοὺς μάττοντας καὶ τοὺς πεινῶντας ἐκείνους