Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. κέρδους ἕκατι κἂν ἐπὶ ῥιπὸς πλέοι.
Ἑρμῆς
  1. τί δαί; Κρατῖνος ὁ σοφὸς ἔστιν;
Τρυγαῖος
  1. ἀπέθανεν
  2. ὅθʼ οἱ Λάκωνες ἐνέβαλον.
Ἑρμῆς
  1. τί παθών;
Τρυγαῖος
  1. ὅ τι;
  2. ὼρακιάσας· οὐ γὰρ ἐξηνέσχετο
  3. ἰδὼν πίθον καταγνύμενον οἴνου πλέων.
  4. χἄτερα πόσʼ ἄττʼ οἴει γεγενῆσθʼ ἐν τῇ πόλει;
  5. ὥστʼ οὐδέποτʼ ὦ δέσποινʼ ἀφησόμεσθά σου.
Ἑρμῆς
  1. ἴθι νυν ἐπὶ τούτοις τὴν Ὀπώραν λάμβανε
  2. γυναῖκα σαυτῷ τήνδε· κᾆτʼ ἐν τοῖς ἀγροῖς
  3. ταύτῃ ξυνοικῶν ἐκποιοῦ σαυτῷ βότρυς.
Τρυγαῖος
  1. ὦ φιλτάτη δεῦρʼ ἐλθὲ καὶ δός μοι κύσαι.
  2. ἆρʼ ἂν βλαβῆναι διὰ χρόνου τί σοι δοκῶ
  3. ὦ δέσποθʼ Ἑρμῆ τῆς Ὀπώρας κατελάσας;
Ἑρμῆς
  1. οὐκ εἴ γε κυκεῶνʼ ἐπιπίοις βληχωνίαν.
  2. ἀλλʼ ὡς τάχιστα τήνδε τὴν Θεωρίαν
  3. ἀπάγαγε τῇ βουλῇ λαβών, ἧσπέρ ποτʼ ἦν.
Τρυγαῖος
  1. ὦ μακαρία βουλὴ σὺ τῆς Θεωρίας,