Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὅσον ῥοφήσει ζωμὸν ἡμερῶν τριῶν,
- ὅσας δὲ κατέδει ξόλικας ἑφθὰς καὶ κρέα.
- ἀλλʼ ὦ φίλʼ Ἑρμῆ χαῖρε πολλά.
- καὶ σύ γε
- ὦνθρωπε χαίρων ἄπιθι καὶ μέμνησό μου.
- ὦ κάνθαρʼ οἴκαδʼ οἴκαδʼ ἀποπετώμεθα.
- οὐκ ἐνθάδʼ ὦ τᾶν ἔστι.
- ποῖ γὰρ οἴχεται;
- ὑφʼ ἅρματʼ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
- πόθεν οὖν ὁ τλήμων ἐνθάδʼ ἕξει σιτία;
- τὴν τοῦ Γανυμήδους ἀμβροσίαν σιτήσεται.
- πῶς δῆτʼ ἐγὼ καταβήσομαι;
- θάρρει, καλῶς·
- τῃδὶ παρʼ αὐτὴν τὴν θεόν.
- δεῦρʼ ὦ κόραι
- ἕπεσθον ἅμʼ ἐμοὶ θᾶττον, ὡς πολλοὶ πάνυ
- ποθοῦντες ὑμᾶς ἀναμένουσʼ ἐστυκότες.
- ἀλλʼ ἴθι χαίρων· ἡμεῖς δὲ τέως τάδε τὰ σκεύη παραδόντες
- τοῖς ἀκολούθοις δῶμεν σῴζειν, ὡς εἰώθασι μάλιστα
- περὶ τὰς σκηνὰς πλεῖστοι κλέπται κυπτάζειν καὶ κακοποιεῖν.