Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- αὑτῷ πονηρὸν προστάτην ἐπεγράψατο.
- ἀλλʼ οὐκέτʼ αὐτῷ χρησόμεθʼ οὐδέν, ἀλλὰ νῦν
- ἀπορῶν ὁ δῆμος ἐπιτρόπου καὶ γυμνὸς ὢν
- τοῦτον τέως τὸν ἄνδρα περιεζώσατο.
- πῶς οὖν ξυνοίσει ταῦτʼ ἐρωτᾷ τῇ πόλει.
- εὐβουλότεροι γενησόμεθα.
- τρόπῳ τίνι;
- ὅτι τυγχάνει λυχνοποιὸς ὤν. πρὸ τοῦ μὲν οὖν
- ἐψηλαφῶμεν ἐν σκότῳ τὰ πράγματα,
- νυνὶ δʼ ἅπαντα πρὸς λύχνον βουλεύσομεν.
- ὢ ὤ,
- οἷά μʼ ἐκέλευσεν ἀναπυθέσθαι σου.
- τὰ τί;
- πάμπολλα καὶ τἀρχαῖʼ ἃ κατέλιπεν τότε·
- πρῶτον δʼ ὅ τι πράττει Σοφοκλέης ἀνήρετο.
- εὐδαιμονεῖ, πάσχει δὲ θαυμαστόν.
- τὸ τί;
- ἐκ τοῦ Σοφοκλέους γίγνεται Σιμωνίδης.
- Σιμωνίδης; πῶς;
- ὅτι γέρων ὢν καὶ σαπρὸς