Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ
- σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν
- ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.
- ἡμάρτομεν ταῦτʼ· ἀλλὰ συγγνώμην ἔχε·
- ὁ νοῦς γὰρ ἡμῶν ἦν τότʼ ἐν τοῖς σκύτεσιν.
- ἴθι νυν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο,
- ὅστις κακόνους αὐτῇ μάλιστʼ ἦν ἐνθάδε,
- χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.
- εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.
- ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ
- ὁ Κλεώνυμος;
- ψυχήν γʼ ἄριστος πλήν γʼ ὅτι
- οὐκ ἦν ἄρʼ οὗπέρ φησιν εἶναι τοῦ πατρός.
- εἰ γάρ ποτʼ ἐξέλθοι στρατιώτης, εὐθέως
- ἀποβολιμαῖος τῶν ὅπλων ἐγίγνετο.
- ἔτι νῦν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο,
- ὅστις κρατεῖ νῦν τοῦ λίθου τοῦ ʼν τῇ πυκνί.
- Ὑπέρβολος νῦν τοῦτʼ ἔχει τὸ χωρίον.
- αὕτη τί ποιεῖς; τὴν κεφαλὴν ποῖ περιάγεις;
- ἀποστρέφεται τὸν δῆμον ἀχθεσθεῖσʼ ὅτι