Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὥστʼ ἐκείνους μὲν ποιῆσαι πλουσίους, ἡ δʼ Ἑλλὰς ἂν
  2. ἐξερημωθεῖσʼ ἂν ὑμᾶς ἔλαθε. ταῦτα δʼ ἦν ὁ δρῶν
  3. βυρσοπώλης.
Τρυγαῖος
  1. παῦε παῦʼ ὦ δέσποθʼ Ἑρμῆ, μὴ λέγε,
  2. ἀλλʼ ἔα τὸν ἄνδρʼ ἐκεῖνον οὗπερ ἔστʼ εἶναι κάτω·
  3. οὐ γὰρ ἡμέτερος ἔτʼ ἔστʼ ἐκεῖνος ἁνὴρ ἀλλὰ σός.
Τρυγαῖος
  1. ἅττʼ ἂν οὖν λέγῃς ἐκεῖνον,
  2. κεἰ πανοῦργος ἦν, ὅτʼ ἔζη,
  3. καὶ λάλος καὶ συκοφάντης
  4. καὶ κύκηθρον καὶ τάρακτρον,
  5. ταῦθʼ ἁπαξάπαντα νυνὶ
  6. τοὺς σεαυτοῦ λοιδορεῖς.
Τρυγαῖος
  1. ἀλλʼ ὅ τι σιωπᾷς ὦ πότνια κάτειπέ μοι.
Ἑρμῆς
  1. ἀλλʼ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους·
  2. ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.
Τρυγαῖος
  1. ἡ δʼ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.
Ἑρμῆς
  1. εἴφʼ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμʼ ὦ φιλτάτη.
  2. ἴθʼ ὦ γυναικῶν μισοπορπακιστάτη.
  3. εἶεν, ἀκούω. ταῦτʼ ἐπικαλεῖς; μανθάνω.
  4. ἀκούσαθʼ ὑμεῖς ὧν ἕνεκα μομφὴν ἔχει.