Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ταῦθʼ ἁπαξάπαντα νυνὶ
- τοὺς σεαυτοῦ λοιδορεῖς.
- ἀλλʼ ὅ τι σιωπᾷς ὦ πότνια κάτειπέ μοι.
- ἀλλʼ οὐκ ἂν εἴποι πρός γε τοὺς θεωμένους·
- ὀργὴν γὰρ αὐτοῖς ὧν ἔπαθε πολλὴν ἔχει.
- ἡ δʼ ἀλλὰ πρὸς σὲ μικρὸν εἰπάτω μόνον.
- εἴφʼ ὅ τι νοεῖς αὐτοῖσι πρὸς ἔμʼ ὦ φιλτάτη.
- ἴθʼ ὦ γυναικῶν μισοπορπακιστάτη.
- εἶεν, ἀκούω. ταῦτʼ ἐπικαλεῖς; μανθάνω.
- ἀκούσαθʼ ὑμεῖς ὧν ἕνεκα μομφὴν ἔχει.