Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὥστʼ ἐκείνους μὲν ποιῆσαι πλουσίους, ἡ δʼ Ἑλλὰς ἂν
- ἐξερημωθεῖσʼ ἂν ὑμᾶς ἔλαθε. ταῦτα δʼ ἦν ὁ δρῶν
- βυρσοπώλης.
- παῦε παῦʼ ὦ δέσποθʼ Ἑρμῆ, μὴ λέγε,
- ἀλλʼ ἔα τὸν ἄνδρʼ ἐκεῖνον οὗπερ ἔστʼ εἶναι κάτω·
- οὐ γὰρ ἡμέτερος ἔτʼ ἔστʼ ἐκεῖνος ἁνὴρ ἀλλὰ σός.
- ἅττʼ ἂν οὖν λέγῃς ἐκεῖνον,
- κεἰ πανοῦργος ἦν, ὅτʼ ἔζη,
- καὶ λάλος καὶ συκοφάντης
- καὶ κύκηθρον καὶ τάρακτρον,