Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐλθοῦσά φησιν αὐτομάτη μετὰ τἀν Πύλῳ
  2. σπονδῶν φέρουσα τῇ πόλει κίστην πλέαν
  3. ἀποχειροτονηθῆναι τρὶς ἐν τἠκκλησίᾳ.
Τρυγαῖος
  1. ἡμάρτομεν ταῦτʼ· ἀλλὰ συγγνώμην ἔχε·
  2. ὁ νοῦς γὰρ ἡμῶν ἦν τότʼ ἐν τοῖς σκύτεσιν.
Ἑρμῆς
  1. ἴθι νυν ἄκουσον οἷον ἄρτι μʼ ἤρετο,
  2. ὅστις κακόνους αὐτῇ μάλιστʼ ἦν ἐνθάδε,
  3. χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας.
Τρυγαῖος
  1. εὐνούστατος μὲν ἦν μακρῷ Κλεώνυμος.
Ἑρμῆς
  1. ποῖός τις οὖν εἶναι δοκεῖ τὰ πολεμικὰ