Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- αἱ γὰρ ἐνθένδʼ αὖ τριήρεις ἀντιτιμωρούμεναι
- οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.
- ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου
- ἐξέκοψαν, ἣν ἐγὼ ʼφύτευσα κἀξεθρεψάμην.
- νὴ Δίʼ ὦ μέλʼ ἐνδίκως γε δῆτʼ, ἐπεὶ κἀμοῦ λίθον
- ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.
- κᾆτα δʼ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς,
- τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν,
- ἀλλʼ ἅτʼ ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας
- ἔβλεπεν πρὸς τοὺς λέγοντας· οἱ δὲ γιγνώσκοντες εὖ
- τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων,
- τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν,
- πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ,
- τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους,
- αἰτίας ἂν προστιθέντες, ὡς φρονεῖ τὰ Βρασίδου.
- εἶτʼ ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδιʼ ἐσπαράττετε·
- ἡ πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη,
- ἅττα διαβάλοι τις αὐτῇ, ταῦτʼ ἂν ἥδιστʼ ἤσθιεν.
- οἳ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθʼ οἱ ξένοι
- χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα,