Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τοὺς πένητας ἀσθενοῦντας κἀποροῦντας ἀλφίτων,
  2. τήνδε μὲν δικροῖς ἐώθουν τὴν θεὸν κεκράγμασιν,
  3. πολλάκις φανεῖσαν αὐτὴν τῆσδε τῆς χώρας πόθῳ,
  4. τῶν δὲ συμμάχων ἔσειον τοὺς παχεῖς καὶ πλουσίους,
  5. αἰτίας ἂν προστιθέντες, ὡς φρονεῖ τὰ Βρασίδου.
  6. εἶτʼ ἂν ὑμεῖς τοῦτον ὥσπερ κυνίδιʼ ἐσπαράττετε·
  7. ἡ πόλις γὰρ ὠχριῶσα κἀν φόβῳ καθημένη,
  8. ἅττα διαβάλοι τις αὐτῇ, ταῦτʼ ἂν ἥδιστʼ ἤσθιεν.
  9. οἳ δὲ τὰς πληγὰς ὁρῶντες ἃς ἐτύπτονθʼ οἱ ξένοι
  10. χρυσίῳ τῶν ταῦτα ποιούντων ἐβύνουν τὸ στόμα,