Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. αἱ γὰρ ἐνθένδʼ αὖ τριήρεις ἀντιτιμωρούμεναι
  2. οὐδὲν αἰτίων ἂν ἀνδρῶν τὰς κράδας κατήσθιον.
Τρυγαῖος
  1. ἐν δίκῃ μὲν οὖν, ἐπεί τοι τὴν κορώνεών γέ μου
  2. ἐξέκοψαν, ἣν ἐγὼ ʼφύτευσα κἀξεθρεψάμην.
Χορός
  1. νὴ Δίʼ ὦ μέλʼ ἐνδίκως γε δῆτʼ, ἐπεὶ κἀμοῦ λίθον
  2. ἐμβαλόντες ἑξμέδιμνον κυψέλην ἀπώλεσαν.
Ἑρμῆς
  1. κᾆτα δʼ ὡς ἐκ τῶν ἀγρῶν ξυνῆλθεν οὑργάτης λεώς,
  2. τὸν τρόπον πωλούμενος τὸν αὐτὸν οὐκ ἐμάνθανεν,
  3. ἀλλʼ ἅτʼ ὢν ἄνευ γιγάρτων καὶ φιλῶν τὰς ἰσχάδας
  4. ἔβλεπεν πρὸς τοὺς λέγοντας· οἱ δὲ γιγνώσκοντες εὖ