Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης,
- τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐτοδὰξ τρόπον,
- πρὶν παθεῖν τι δεινὸν αὐτός, ἐξέφλεξε τὴν πόλιν.
- ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος,
- ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστε τῷ καπνῷ
- πάντας Ἕλληνας δακρῦσαι, τούς τʼ ἐκεῖ τούς τʼ ἐνθάδε.
- ὡς δʼ ἅπαξ †τὸ πρῶτον ἄκουσʼ† ἐψόφησεν ἄμπελος
- καὶ πίθος πληγεὶς ὑπʼ ὀργῆς ἀντελάκτισεν πίθῳ,
- οὐκέτʼ ἦν οὐδεὶς ὁ παύσων, ἥδε δʼ ἠφανίζετο.
- ταῦτα τοίνυν μὰ τὸν Ἀπόλλω ʼγὼ ʼπεπύσμην οὐδενός,
- οὐδʼ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.
- οὐδʼ ἔγωγε πλήν γε νυνί. ταῦτʼ ἄρʼ εὐπρόσωπος ἦν,
- οὖσα συγγενὴς ἐκείνου. πολλά γʼ ἡμᾶς λανθάνει.
- κᾆτʼ ἐπειδὴ ʼγνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε
- ἠγριωμένους ἐπʼ ἀλλήλοισι καὶ σεσηρότας,
- πάντʼ ἐμηχανῶντʼ ἐφʼ ὑμῖν τοὺς φόρους φοβούμεναι,
- κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν.
- οἱ δʼ ἅτʼ ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι
- τήνδʼ ἀπορρίψαντες αἰσχρῶς τὸν πόλεμον ἀνήρπασαν·
- κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά·