Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐδʼ ὅπως αὐτῇ προσήκοι Φειδίας ἠκηκόη.
Χορός
  1. οὐδʼ ἔγωγε πλήν γε νυνί. ταῦτʼ ἄρʼ εὐπρόσωπος ἦν,
  2. οὖσα συγγενὴς ἐκείνου. πολλά γʼ ἡμᾶς λανθάνει.
Ἑρμῆς
  1. κᾆτʼ ἐπειδὴ ʼγνωσαν ὑμᾶς αἱ πόλεις ὧν ἤρχετε
  2. ἠγριωμένους ἐπʼ ἀλλήλοισι καὶ σεσηρότας,
  3. πάντʼ ἐμηχανῶντʼ ἐφʼ ὑμῖν τοὺς φόρους φοβούμεναι,
  4. κἀνέπειθον τῶν Λακώνων τοὺς μεγίστους χρήμασιν.
  5. οἱ δʼ ἅτʼ ὄντες αἰσχροκερδεῖς καὶ διειρωνόξενοι
  6. τήνδʼ ἀπορρίψαντες αἰσχρῶς τὸν πόλεμον ἀνήρπασαν·
  7. κᾆτα τἀκείνων γε κέρδη τοῖς γεωργοῖς ἦν κακά·