Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τῷ φρέατι τῶν τʼ ἐλαῶν
  2. ὧν ποθοῦμεν,
  3. ἀντὶ τούτων τήνδε νυνὶ
  4. τὴν θεὸν προσείπατε.
Χορός
  1. χαῖρε χαῖρʼ, ὡς ἀσμένοισιν ἦλθες, ὦ φιλτάτη.
  2. σῷ γὰρ ἐδάμην πόθῳ, δαιμόνια βουλόμενος εἰς ἀγρὸν ἀνερπύσαι
  3. ---
  4. ἦσθα γὰρ μέγιστον ἡμῖν κέρδος ὦ ποθουμένη
  5. πᾶσιν ὁπόσοι γεωργὸν βίον ἐτρίβομεν.
  6. μόνη γὰρ ἡμᾶς ὠφέλεις.
  7. πολλὰ γὰρ ἐπάσχομεν πρίν ποτʼ ἐπὶ σοῦ γλυκέα κἀδάπανα καὶ φίλα.
  8. τοῖς ἀγροίκοισιν γὰρ ἦσθα χῖδρα καὶ σωτηρία.
  9. ὥστε σὲ τά τʼ ἀμπέλια καὶ τὰ νέα συκίδια
  10. τἄλλα θʼ ὁπόσʼ ἔστι φυτὰ
  11. προσγελάσεται λαβόντʼ ἄσμενα.
Χορός
  1. ἀλλὰ ποῦ ποτʼ ἦν ἀφʼ ἡμῶν τὸν πολὺν τοῦτον χρόνον
  2. ἥδε; τοῦθʼ ἡμᾶς δίδαξον ὦ θεῶν εὐνούστατε.
Ἑρμῆς
  1. ὦ σοφώτατοι γεωργοί, τἀμὰ δὴ ξυνίετε
  2. ῥήματʼ, εἰ βούλεσθʼ ἀκοῦσαι τήνδʼ ὅπως ἀπώλετο.
  3. πρῶτα μὲν γὰρ †αὐτῆς ἦρξεν† Φειδίας πράξας κακῶς·