Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τάς τε συκᾶς, ἃς ἐγὼ ʼφύτευον ὢν νεώτερος,
- ἀσπάσασθαι θυμὸς ἡμῖν ἐστι πολλοστῷ χρόνῳ.
- νῦν μὲν οὖν ὦνδρες προσευξώμεσθα πρῶτον τῇ θεῷ,
- ἥπερ ἡμῶν τοὺς λόφους ἀφεῖλε καὶ τὰς Γοργόνας·
- εἶθʼ ὅπως Λιταργιοῦμεν οἴκαδʼ ἐς τὰ χωρία,
- ἐμπολήσαντές τι χρηστὸν εἰς ἀγρὸν ταρίχιον.
- ὦ Πόσειδον ὡς καλὸν τὸ στῖφος αὐτῶν φαίνεται
- καὶ πυκνὸν καὶ γοργὸν ὥσπερ μᾶζα καὶ πανδαισία.
- νὴ Δίʼ ἡ γὰρ σφῦρα λαμπρὸν ἦν ἄρʼ ἐξωπλισμένη,
- αἵ τε θρίνακες διαστίλβουσι πρὸς τὸν ἥλιον.
- ἦ καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον.
- ὥστʼ ἔγωγʼ ἤδη ʼπιθυμῶ καὐτὸς ἐλθεῖν εἰς ἀγρὸν
- καὶ τριαινοῦν τῇ δικέλλῃ διὰ χρόνου τὸ γῄδιον.
- ἀλλʼ ἀναμνησθέντες ὦνδρες
- τῆς διαίτης τῆς παλαιᾶς,
- ἣν παρεῖχʼ αὕτη ποθʼ ἡμῖν,
- τῶν τε παλασίων ἐκείνων
- τῶν τε σύκων τῶν τε μύρτων,
- τῆς τρυγός τε τῆς γλυκείας
- τῆς ἰωνιᾶς τε τῆς πρὸς