Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι,
  2. καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι
  3. ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.
Τρυγαῖος
  1. καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπει
  2. τὰ πρόσωφʼ, ἵνα γνῷς τὰς τέχνας.
Ἑρμῆς
  1. αἰβοῖ τάλας,
Τρυγαῖος
  1. ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς
  2. τίλλονθʼ ἑαυτόν;
Ἑρμῆς
  1. ὁ δέ γε τὰς σμινύας ποιῶν
  2. κατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ ʼκεινουί.
Τρυγαῖος
  1. ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται,
  2. καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν;
Ἑρμῆς
  1. ἴθι νυν ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.
Τρυγαῖος
  1. ἀκούετε λεῴ· τοὺς γεωργοὺς ἀπιέναι
  2. τὰ γεωργικὰ σκεύη λαβόντας εἰς ἀγρὸν
Τρυγαῖος
  1. ὡς τάχιστʼ ἄνευ δορατίου καὶ ξίφους κἀκοντίου·
  2. ὡς ἅπαντʼ ἤδη ʼστὶ μεστὰ τἀνθάδʼ εἰρήνης σαπρᾶς.
  3. ἀλλὰ πᾶς χώρει πρὸς ἔργον εἰς ἀγρὸν παιωνίσας.
Χορός
  1. ὦ ποθεινὴ τοῖς δικαίοις καὶ γεωργοῖς ἡμέρα,
  2. ἄσμενός σʼ ἰδὼν προσειπεῖν βούλομαι τὰς ἀμπέλους,