Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐχ ὅνπερ ὑμεῖς, ἀλλʼ ἕτερον καινὸν πάνυ.
  2. διʼ ἡμέρας γὰρ ἐς τὸν οὐρανὸν βλέπων
  3. ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ
  4. καί φησιν, ὦ Ζεῦ τί ποτε βουλεύει ποιεῖν;
  5. κατάθου τὸ κόρημα· μὴ ʼκκόρει τὴν Ἑλλάδα.
  6. ἔα ἔα.
  7. σιγήσαθʼ, ὡς φωνῆς ἀκούειν μοι δοκῶ.
Τρυγαῖος
  1. ὦ Ζεῦ τί δρασείεις ποθʼ ἡμῶν τὸν λεών;
  2. λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας.
Οἰκέτης Α
  1. τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν αὔθʼ οὑγὼ ʼλεγον.
  2. τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε·
  3. ἃ δʼ εἶπε πρῶτον ἡνίκʼ ἤρχεθʼ ἡ χολή,
  4. πεύσεσθʼ. ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί·
  5. πῶς ἄν ποτʼ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός;
  6. ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος,
  7. πρὸς ταῦτʼ ἀνηρριχᾶτʼ ἂν ἐς τὸν οὐρανόν,
  8. ἕως ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς.
  9. ἐχθὲς δὲ μετὰ ταῦτʼ ἐκφθαρεὶς οὐκ οἶδʼ ὅποι
  10. εἰσήγαγʼ Αἰτναῖον μέγιστον κάνθαρον,
  11. κἄπειτα τοῦτον ἱπποκομεῖν μʼ ἠνάγκασεν,