Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον,
  2. ὦ Πηγάσειον, φησί, γενναῖον πτερόν,
  3. ὅπως πετήσει μʼ εὐθὺ τοῦ Διὸς λαβών.
  4. ἀλλʼ ὅ τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι.
  5. οἴμοι τάλας· ἴτε δεῦρο δεῦρ ὦ γείτονες·
  6. ὁ δεσπότης γάρ μου μετέωρος αἴρεται
  7. ἱππηδὸν ἐς τὸν ἀέρʼ ἐπὶ τοῦ κανθάρου.
Τρυγαῖος
  1. ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων·
  2. μή μοι σοβαρῶς χώρει λίαν
  3. εὐθὺς ἀπʼ ἀρχῆς ῥώμῃ πίσυνος,
  4. πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς
  5. ἄρθρων ἶνας πτερύγων ῥύμῃ.
  6. καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ σʼ·
  7. εἰ δὲ ποιήσεις τοῦτο, κατʼ οἴκους
  8. αὐτοῦ μεῖνον τοὺς ἡμετέρους.
Οἰκέτης Α
  1. ὦ δέσποτʼ ἄναξ ὡς παραπαίεις.
Τρυγαῖος
  1. σίγα σίγα.
Οἰκέτης Α
  1. ποῖ δῆτʼ ἄλλως μετεωροκοπεῖς;
Τρυγαῖος
  1. ὑπὲρ Ἑλλήνων πάντων πέτομαι
  2. τόλμημα νέον παλαμησάμενος.