Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τὰ παχέα συμβάλλοντες ἐς τὰς ὁλκάδας.
  2. μιαρὸν τὸ χρῆμα καὶ κάκοσμον καὶ βορόν·
  3. χὤτου ποτʼ ἐστὶ δαιμόνων ἡ προσβολὴ
  4. οὐκ οἶδʼ. Ἀφροδίτης μὲν γὰρ οὔ μοι φαίνεται,
  5. οὐ μὴν Χαρίτων γε.
Οἰκέτης Α
  1. τοῦ γάρ ἐστʼ;
Οἰκέτης Β
  1. οὐκ ἔσθʼ ὅπως
  2. τοῦτʼ ἔστι τὸ τέρας οὐ Διὸς καταιβάτου.
Οἰκέτης Α
  1. οὐκοῦν ἂν ἤδη τῶν θεατῶν τις λέγοι
  2. νεανίας δοκησίσοφος, τὸ δὲ πρᾶγμα τί;
  3. ὁ κάνθαρος δὲ πρὸς τί; κᾆτʼ αὐτῷ γʼ ἀνὴρ
  4. Ἰωνικός τίς φησι παρακαθήμενος·
  5. δοκέω μέν, ἐς Κλέωνα τοῦτʼ αἰνίσσεται,
  6. ὡς κεῖνος ἀναιδέως τὴν σπατίλην ἐσθίει.
Οἰκέτης Β
  1. ἀλλʼ εἰσιὼν τῷ κανθάρῳ δώσω πιεῖν.
Οἰκέτης Α
  1. ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις
  2. καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν
  3. καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω
  4. καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.
  5. ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον,