Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ὅτῳ προσείπω σʼ; οὐ γὰρ εἶχον οἴκοθεν.
- ὦ χαῖρʼ Ὀπώρα, καὶ σὺ δʼ ὦ Θεωρία.
- οἷον δʼ ἔχεις τὸ πρόσωπον ὦ Θεωρία,
- οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας,
- γλυκύτατον ὥσπερ ἀστρατείας καὶ μύρου.
- μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;
- ἀπέπτυσʼ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.
- τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας,
- ταύτης δʼ ὀπώρας, ὑποδοχῆς, Διονυσίων,
- αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν,
- ἐπυλλίων Εὐριπίδου—
- κλαύσἄρα σὺ
- ταύτης καταψευδόμενος· οὐ γὰρ ἥδεται
- αὕτη ποιητῇ ῥηματίων δικανικῶν.
- κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων,
- † κόλπου † γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν,
- δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς,
- ἄλλων τε πολλῶν κἀγαθῶν—
- ἴθι νυν ἄθρει
- οἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις