Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πρῶτοι γὰρ αὐτὴν τοῖς σκορόδοις ἠλείψατε.
  2. καὶ τοῖς Ἀθηναίοισι παύσασθαι λέγω
  3. ἐντεῦθεν ἐχομένοις ὅθεν νῦν ἕλκετε·
  4. οὐδὲν γὰρ ἄλλο δρᾶτε πλὴν δικάζετε.
  5. ἀλλʼ εἴπερ ἐπιθυμεῖτε τήνδʼ ἐξελκύσαι,
  6. πρὸς τὴν θάλατταν ὀλίγον ὑποχωρήσατε.
Χορός
  1. ἄγʼ ὦνδρες αὐτοὶ δὴ μόνοι λαβώμεθʼ οἱ γεωργοί.
Ἑρμῆς
  1. χωρεῖ γέ τοι τὸ πρᾶγμα πολλῷ μᾶλλον ὦνδρες ὑμῖν.
Χορός
  1. χωρεῖν τὸ πρᾶγμά φησιν· ἀλλὰ πᾶς ἀνὴρ προθυμοῦ.
Τρυγαῖος
  1. οἵ τοι γεωργοὶ τοὔργον ἐξέλκουσι κἄλλος οὐδείς.
Χορός
  1. ἄγε νυν ἄγε πᾶς.
Ἑρμῆς
  1. καὶ μὴν ὁμοῦ ʼστιν ἤδη.
Χορός
  1. μή νυν ἀνῶμεν ἀλλʼ ἐπεντείνωμεν
  2. ἀνδρικώτερον.
Ἑρμῆς
  1. ἤδη ʼστὶ τοῦτʼ ἐκεῖνο.
Χορός
  1. ὦ εἶα νῦν, ὦ εἶα πᾶς.
  2. ὦ εἶα εἶα εἶα εἶα εἶα εἶα.
  3. ὦ εἶα εἶα εἶα εἶα εἶα πᾶς.
Τρυγαῖος
  1. ὦ πότνια βοτρυόδωρε τί προσείπω σʼ ἔπος;
  2. πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον