Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἐς φῶς ἀνελθεῖν ὦ πότνιʼ, ἐν ταῖσιν μάχαις
- πάσχοι γε τοιαῦθʼ οἷάπερ Κλεώνυμος.
- κεἴ τις δορυξὸς ἢ κάπηλος ἀσπίδων,
- ἵνʼ ἐμπολᾷ βέλτιον, ἐπιθυμεῖ μαχῶν
- ληφθεὶς ὑπὸ λῃστῶν ἐσθίοι κριθὰς μόνας.
- κεἴ τις στρατηγεῖν βουλόμενος μὴ ξυλλάβοι,
- ἢ δοῦλος αὐτομολεῖν παρεσκευασμένος
- ἐπὶ τοῦ τροχοῦ γʼ ἕλκοιτο μαστιγούμενος.
- ἡμῖν δʼ ἀγαθὰ γένοιτʼ. ἰὴ παιὼν ἰή.
- ἄφελε τὸ παίειν ἀλλʼ ἰὴ μόνον λέγε.
- ἰὴ ἰὴ τοίνυν, ἰὴ μόνον λέγω.
- Ἑρμῇ Χάρισιν Ὥραισιν Ἀφροδίτῃ Πόθῳ.
- Ἄρει δέ;
- μὴ μή.
- μηδʼ Ἐνυαλίῳ γε;
- μή.
- ὑπότεινε δὴ πᾶς καὶ κάταγε τοῖσιν κάλῳς.
- ὦ εἶα.
- εἶα μάλα.
- ὦ εἶα.