Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εἶα ἔτι μάλα.
Ἑρμῆς
  1. ὦ εἶα, ὦ εἶα.
Τρυγαῖος
  1. ἀλλʼ οὐχ ἕλκουσʼ ἅνδρες ὁμοίως.
  2. οὐ ξυλλήψεσθʼ; οἷʼ ὀγκύλλεσθʼ·
  3. οἰμώξεσθʼ οἱ Βοιωτοί.
Ἑρμῆς
  1. εἶά νυν.
Τρυγαῖος
  1. εἶα ὦ.
Χορός
  1. ἀλλʼ ἄγετε ξυνανέλκετε καὶ σφώ.
Τρυγαῖος
  1. οὔκουν ἕλκω κἀξαρτῶμαι
  2. κἀπεμπίπτω καὶ σπουδάζω;
Χορός
  1. πῶς οὖν οὐ χωρεῖ τοὔργον;
Τρυγαῖος
  1. ὦ Λάμαχʼ ἀδικεῖς ἐμποδὼν καθήμενος.
  2. οὐδὲν δεόμεθʼ ὦνθρωπε τῆς σῆς μορμόνος.
Ἑρμῆς
  1. οὐδʼ οἵδε γʼ εἷλκον οὐδὲν ἁργεῖοι πάλαι
  2. ἀλλʼ ἢ κατεγέλων τῶν ταλαιπωρουμένων,
  3. καὶ ταῦτα διχόθεν μισθοφοροῦντες ἄλφιτα.
Τρυγαῖος
  1. ἀλλʼ οἱ Λάκωνες ὦγάθʼ ἕλκουσʼ ἀνδρικῶς.
Χορός
  1. ἆρʼ οἶσθʼ ὅσοι γʼ αὐτῶν ἔχονται τοῦ ξύλου,
  2. μόνοι προθυμοῦντʼ· ἀλλʼ ὁ χαλκεὺς οὐκ ἐᾷ.
Ἑρμῆς
  1. οὐδʼ οἱ Μεγαρῆς δρῶσʼ οὐδέν· ἕλκουσιν δʼ ὅμως