Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οἴμʼ ὡς ἐλεήμων εἴμʼ ἀεὶ τῶν χρυσίδων.
- ὑμέτερον ἐντεῦθεν ἔργον ὦνδρες. ἀλλὰ ταῖς ἄμαις
- εἰσιόντες ὡς τάχιστα τοὺς λίθους ἀφέλκετε.
- ταῦτα δράσομεν· σὺ δʼ ἡμῖν ὦ θεῶν σοφώτατε
- ἅττα χρὴ ποιεῖν ἐφεστὼς φράζε δημιουργικῶς·
- τἄλλα δʼ εὑρήσεις ὑπουργεῖν ὄντας ἡμᾶς οὐ κακούς.
- ἄγε δὴ σὺ ταχέως ὕπεχε τὴν φιάλην, ὅπως
- ἔργῳ ʼφιαλοῦμεν εὐξάμενοι τοῖσιν θεοῖς.
- σπονδὴ σπονδή·
- εὐφημεῖτε εὐφημεῖτε.
- σπένδοντες εὐχόμεσθα τὴν νῦν ἡμέραν
- Ἕλλησιν ἄρξαι πᾶσι πολλῶν κἀγαθῶν,
- χὤστις προθύμως ξυλλάβοι τῶν σχοινίων,
- τοῦτον τὸν ἄνδρα μὴ λαβεῖν ποτʼ ἀσπίδα.
- μὰ Δίʼ ἀλλʼ ἐν εἰρήνῃ διαγαγεῖν τὸν βίον,
- ἔχονθʼ ἑταίραν καὶ σκαλεύοντʼ ἄνθρακας.
- ὅστις δὲ πόλεμον μᾶλλον εἶναι βούλεται
- μηδέποτε παύσασθʼ αὐτὸν ὦ Διόνυσʼ ἄναξ
- ἐκ τῶν ὀλεκράνων ἀκίδας ἐξαιρούμενον.
- κεἴ τις ἐπιθυμῶν ταξιαρχεῖν σοὶ φθονεῖ