Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος
  2. ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον
  3. τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.
Ἑρμῆς
  1. ἵνα δὴ τί τοῦτο δρᾶτον;
Τρυγαῖος
  1. ὁτιὴ νὴ Δία
  2. ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ
  3. οἱ βάρβαροι θύουσι. διὰ τοῦτʼ εἰκότως
  4. βούλοιντʼ ἂν ἡμᾶς πάντας ἐξολωλέναι,
  5. ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.
Ἑρμῆς
  1. ταῦτʼ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλεπτέτην
  2. καὶ τοῦ κύκλου παρέτρωγον ὑφʼ ἁμαρτωλίας.
Τρυγαῖος
  1. ναὶ μὰ Δία. πρὸς ταῦτʼ ὦ φίλʼ Ἑρμῆ ξύλλαβε
  2. ἡμῖν προθύμως τήνδε καὶ ξυνέλκυσον.
  3. καί σοι τὰ μεγάλʼ ἡμεῖς Παναθήναιʼ ἄξομεν
  4. πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν,
  5. μυστήριʼ Ἑρμῇ, Διιπόλειʼ, Ἀδώνια·
  6. ἄλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν
  7. ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.
  8. χἄτερʼ ἔτι πόλλʼ ἕξεις ἀγαθά. πρῶτον δέ σοι
  9. δῶρον δίδωμι τήνδʼ, ἵνα σπένδειν ἔχῃς.