Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἰ μὴ τετορήσω ταῦτα καὶ λακήσομαι.
- μή νυν λακήσῃς, λίσσομαί σʼ ὦρμῄδιον.
- εἰπέ μοι, τί πάσχετʼ ὦνδρες; ἕστατʼ ἐκπεπληγμένοι.
- ὦ πόνηροι μὴ σιωπᾶτʼ· εἰ δὲ μή, λακήσεται.
- μηδαμῶς ὦ δέσποθʼ Ἑρμῆ, μηδαμῶς, μηδαμῶς,
- εἴ τι κεχαρισμένον χοιρίδιον οἶσθα παρʼ ἐμοῦ γε κατεδηδοκώς,
- τοῦτο μὴ φαῦλον νόμιζʼ ἐν τῷδε τῷ νῦν πράγματι.
- οὐκ ἀκούεις οἷα θωπεύουσί σʼ ὦναξ δέσποτα;
- †μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν,†
- ὥστε τήνδε μὴ λαβεῖν·
- ἀλλὰ χάρισʼ ὦ φιλανθρωπότατε καὶ μεγαλοδωρότατε δαιμόνων,
- εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς.
- καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαισι
- διὰ παντὸς ὦ δέσποτʼ ἀγαλοῦμεν ἡμεῖς ἀεί.
- ἴθʼ, ἀντιβολῶ σʼ, ἐλέησον αὐτῶν τὴν ὄπα,
- ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ.
- κλέπται γάρ εἰσι νῦν γε μᾶλλον ἢ πρὸ τοῦ.
- καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα,
- ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.
- ἴθι δὴ κάτειπʼ· ἴσως γὰρ ἂν πείσαις ἐμέ.