Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἰς αὐτίκα μάλʼ.
- ἀλλʼ οὐδὲν ἠμπόληκά πω,
- οὔτʼ ἄλφιτʼ οὔτε τυρόν, ὡς ἀπολούμενος.
- καὶ μὴν ἐπιτέτριψαί γε.
- κᾆτα τῷ τρόπῳ
- οὐκ ᾐσθόμην ἀγαθὸν τοσουτονὶ λαβών;
- ἆρʼ οἶσθα θάνατον ὅτι προεῖφʼ ὁ Ζεὺς ὃς ἂν
- ταύτην ἀνορύττων εὑρεθῇ;
- νῦν ἆρά με
- ἅπασʼ ἀνάγκη ʼστʼ ἀποθανεῖν;
- εὖ ἴσθʼ ὅτι.
- ἐς χοιρίδιόν μοί νυν δάνεισον τρεῖς δραχμάς·
- δεῖ γὰρ μυηθῆναί με πρὶν τεθνηκέναι.
- ὦ Ζεῦ κεραυνοβρόντα.
- μὴ πρὸς τῶν θεῶν
- ἡμῶν κατείπῃς, ἀντιβολῶ σε δέσποτα.
- οὐκ ἂν σιωπήσαιμι.
- ναὶ πρὸς τῶν κρεῶν,
- ἁγὼ προθύμως σοι φέρων ἀφικόμην.
- ἀλλʼ ὦ μέλʼ ὑπὸ τοῦ Διὸς ἀμαλδυνθήσομαι,