Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- οὐ γὰρ ἔθʼ οἶός τʼ εἴμʼ ὑπερέχειν τῆς ἀντλίας.
- αὐτὴν ἄρʼ οἴσω συλλαβὼν τὴν ἀντλίαν.
- νὴ τὸν Δίʼ ἐς κόρακάς γε καὶ σαυτόν γε πρός.
- ὑμῶν δέ γʼ εἴ τις οἶδʼ ἐμοὶ κατειπάτω,
- πόθεν ἂν πριαίμην ῥῖνα μὴ τετρημένην.
- οὐδὲν γὰρ ἔργον ἦν ἄρʼ ἀθλιώτερον
- ἢ κανθάρῳ μάττοντα παρέχειν ἐσθίειν.
- ὗς μὲν γάρ, ὥσπερ ἂν χέσῃ τις, ἢ κύων
- φαύλως ἐρείδει· τοῦτο δʼ ὑπὸ φρονήματος
- βρενθύεταί τε καὶ φαγεῖν οὐκ ἀξιοῖ,
- ἢν μὴ παραθῶ τρίψας διʼ ἡμέρας ὅλης
- ὥσπερ γυναικὶ γογγύλην μεμαγμένην.
- ἀλλʼ εἰ πέπαυται τῆς ἐδωδῆς σκέψομαι
- τῃδὶ παροίξας τῆς θύρας, ἵνα μή μʼ ἴδῃ.
- ἔρειδε, μὴ παύσαιο μηδέποτʼ ἐσθίων
- τέως ἕως σαυτὸν λάθοις διαρραγείς.
- οἷον δὲ κύψας ὁ κατάρατος ἐσθίει,
- ὥσπερ παλαιστής, παραβαλὼν τοὺς γομφίους,
- καὶ ταῦτα τὴν κεφαλήν τε καὶ τὼ χεῖρέ πως
- ὡδὶ περιάγων, ὥσπερ οἱ τὰ σχοινία