Peace

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἰοῦ ἰοῦ κεκραγέναι.
Χορός
  1. εἰ γὰρ ἐκγένοιτʼ ἰδεῖν ταύτην με τὴν ἡμέραν ποτέ.
  2. πολλὰ γὰρ ἀνεσχόμην πράγματά τε καὶ στιβάδας, ἃς
  3. ἔλαχε Φορμίων·
  4. κοὐκέτʼ ἄν μʼ εὕροις δικαστὴν δριμὺν οὐδὲ δύσκολον,
  5. οὐδὲ τοὺς τρόπους γε δήπου σκληρὸν ὥσπερ καὶ πρὸ τοῦ,
  6. ἀλλʼ ἁπαλὸν ἄν μʼ ἴδοις καὶ πολὺ νεώτερον,
  7. ἀπαλλαγέντα πραγμάτων.
  8. καὶ γὰρ ἱκανὸν χρόνον ἀπολλύμεθα καὶ κατατετρίμμεθα πλανώμενοι
  9. ἐς Λύκειον κἀκ Λυκείου ξὺν δορὶ ξὺν ἀσπίδι.