Peace
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ ὅ τι μάλιστα χαριούμεθα ποιοῦντες, ἄγε
- φράζε· σὲ γὰρ αὐτοκράτορʼ εἵλετʼ ἀγαθή τις ἡμῖν τύχη.
- φέρε δὴ κατίδω ποῖ τοὺς λίθους ἀφέλξομεν.
- ὦ μιαρὲ καὶ τολμηρὲ τί ποιεῖν διανοεῖ;
- οὐδὲν πονηρόν, ἀλλʼ ὅπερ καὶ Κιλλικῶν.
- ἀπόλωλας ὦ κακόδαιμον.
- οὐκοῦν ἢν λάχω.
- Ἑρμῆς γὰρ ὢν κλήρῳ ποιήσεις οἶδʼ ὅτι.
- ἀπόλωλας, ἐξόλωλας.
- ἐς τίνʼ ἡμέραν;